1 Chronicles 17

1καὶ ἐγένετο ὡς κατῴκησεν Δαυιδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, Καὶ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων. 2καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ Πᾶν τὸ ἐν τῇ ψυχῇ σοῦ. ποίει, ὅτι θεὸς μετὰ σου 3καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος κυρίου πρὸς Ναθαν λέγων 4Πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παῖδά μου Οὕτως εἶπεν κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ· 5ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν Ισραηλ, ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καταλύματι. 6ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν Ισραηλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι Οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον. 7καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει κύριος παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ· 8καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύθης, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. 9καὶ θήσομαι τόπον τῷ λαῷ μου Ισραηλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ' ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ' ἀρχῆς. 10καὶ ἀφ' ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου· καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι κύριος. 11καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· 12αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος. 13ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου. 14καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. 15κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ. 16καὶ ἦλθεν βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἶπεν τίς εἰμι ἐγώ, κύριε θεός, καὶ Τίς οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος; 17καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με, ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με κύριε θεός. 18τί προσθήσει ἔτι Δαυιδ πρὸς σὲ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας. 19καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην. 20κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν. 21καὶ οὐκ ἔστιν ὡς λαός σου, Ισραηλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαὸν τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔθνη. 22καὶ ἔδωκας τὸν λαόν σου Ισραηλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, αὐτοῖς εἰς θεόν. 23καὶ νῦν, κύριε, λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος 24λεγόντων κύριε Κύριε παντοκράτωρ θεὸς Ισραηλ, καὶ οἶκος Δαυιδ παιδός σου. ἀνωρθωμένος ἐναντίον σου 25ὅτι σύ, κύριε, ἤνοιξας τὸ οὖς τοῦ παιδός σου. τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου 26καὶ νῦν, κύριε, σὺ εἶ αὐτὸς θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα· 27καὶ νῦν ἤρξω τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου· τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου ὅτι σύ, κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.
Copyright information for LXX